This is from pp.257-269 of the Scholia in Theocritum vetera by Carl Wendel, 1914, taken by transcription from Google Books. I have omitted the margin notes indicating the scholia sources. When I have expanded a note, or updated a reference to an author to a more modern edition, the altered version is between {curly braces}. For numbers I use an overline rather than the tic (i.e., κε for κε’).
a. Ἐπιγράφεται τὸ παρὸν εἰδύλλιον ῞Υλας. πάλιν δὲ τῷ Νικίᾳ προσδιαλέγεται ὡς καὶ ἐν τῷ Κύκλωπι {Idyll XI}. ἐπίθεται δὲ τὰ περὶ τὸν Ὕλαν καὶ Ἡρακλέα· τοῦ μὲν Ὕλα τὴν ὑπὸ τῶν Νυμφῶν ἁρπαγήν, τοῦ δὲ Ἡρακλέους τὴν πλάνην καὶ τὴν ὑπὲρ τοῦ Ὕλα βάσανον. b. εἴρηται δὲ Δωρίδι διαλέκτῳ.
1/2a. οὐχ ἁμῖν, φησί, μόνοις τοῖς θνητοῖς τὸν Ἔρωτα ἔτεκεν, ὅστις ποτέ ἐστιν, ἀλλὰ καὶ Ἡρακλῆς ἠράσθη. ἐπεὶ δὲ τὰ τῆς [ὑπὸ τῶν Νυμφῶν] γενέσεως τοῦ Ἔρωτος εἰς πολλὰ διαλλάττει, διὰ τοῦτό φησι· ᾧτινι τοῦτο θεῶν τέκνον ἔγεντο.
b. τὸ οὐχ ἁμῖν περισπᾶται· ἔχει γὰρ διαστολὴν πρὸς τὸν Ἡρακλέα. ὁ δ’ ἀναδιπλασιασμὸς ἐρῶντος ἔχει μίμησιν.
c. ἀμφιβάλλει, τίνος υἱὸν εἴπῃ τὸν Ἔρωτα. Ἡσίοδος (Theog. 116—120) μὲν γὰρ Χάους καὶ Γῆς, Σιμωνίδης {575 Page PMG} Ἄρεος καὶ Ἀφροδίτης, Ἀκουσίλαος (fgm. 3 Diels Fgm. d. Vorsokr. II3 207) Νυκτὸς καὶ Αἰθέρος, Ἀλκαῖος {327 Lobel & Page (Z 3)} ῎Ιριδις καὶ Ζεφύρου, Σαπφὼ (fgm. 132 Bergk l.l. 131) Γῆς καὶ Οὐρανοῦ καὶ ἄλλοι ἄλλων.
4. οἱ θνητοί: ἀντὶ τοῦ ἐφήμερον ζῶμεν βίον. παρατηρητέον δέ, ὅτι κἀνταῦθα δεύτερον περὶ τοῦ αὐτοῦ λέγει μιμούμενος τὸν ἐρῶτα. πέφυκε γὰρ ὁ Ἔρως τὴν περὶ <τοῦ> αὐτοῦ μνήμην τοῖς ἐρῶσιν ἐμβάλλων.
6a. λῖν τὸν λέοντα ἀπὸ εὐθείας τῆς λίς. καὶ Ὅμηρος (Λ 480)· ‘ἐπί τε λῖν ἤγαγε δαίμων’ καὶ (Ο 275)· ‘λὶς ἠυγένειος.’
b. τὸν λῖν: ἱστορεῖται λέοντας ὑφ’ Ἡρακλέους διαφθαρῆναι τὸν Ἑλικώνιον, τὸν Λέσβιον, τὸν Νεμεαῖον.
c. λῖν: τὸν ἐν Νεμέᾳ, οὗ καὶ τὴν δορὰν ἐφόρει.
7-9a. Ὕλα: τὸν Ὕλαν Σωκράτης (fgm. 11 Mueller Fgm. hist. gr. IV 499) υἱὸν Ἡρακλέους φησίν, Ἀπολλώνιος δὲ ὁ ῾Ρόδιος (I 1213 al.) Θειοδάμαντος, <Νί>καν<δρος (fgm. 48 Schneider, p. 57) δὲ> Κήυκος, Εὐφορίων (fgm. 87 Scheidweiler Diss. phil. Bonn. 1908, 61) δὲ Πολυφήμου τοῦ Ποσειδῶνος ἐρώμενον [καὶ ἄλλοι ἄλλων].
b. ὅσσα μαθών: Ἀριστοφάνης φησὶν ὑπὸ ῾Ραδαμάνθυος παιδευθῆναι τὸν Ἡρακλέα, Ἡρόδωρος (fgm. 4 Mueller fgm. hist. gr. II 29) δὲ ὑπὸ τῶν βουκόλων Ἀμφιτρύωνος, τινὲς δὲ ὑπὸ Χείρωνος καὶ Θεσπίου.
c. φορεῦντος: ἢ τοῦ ἔχοντος τὰς τρίχας τῆς κεφαλῆς πεπλεγμένας, ἵν’ ᾖ τὸ φοροῦντος ἀντὶ τοῦ φέρουντας καὶ ἔχοντος· ἢ τοῦ τοὺς πλοκάμους φοροῦντος, ἤγουν ἐνδυομένου καὶ περιβαλλομένου· ἴσως γὰρ ἂν φαλακρὸς ἦν, περιεβάλλετο δὲ ἀλλοτρίας τρίχας τῇ κεφαλῇ.
d. Ὕλας παῖς ὑπῆρχε Θειοδάμαντος τοῦ Δρύοπος.
e. μαθών: ὁ Ἡρακλῆς. πεπαιδεῦσθαι αὐτόν φασιν οἱ μὲν ὑπὸ ῾Ραδαμάνθυος, οἱ δὲ ὑπὸ βουκόλων Ἀμφιτρύωνος, <οἱ δὲ ὑπὸ Χείρωνος> καὶ Θεσπίου.
10-13a. χωρὶς δ’ οὐ: οὐδέποτε, φησίν, ὁ Ἡρακλῆς αὐτοῦ ἐχωρίζετο, οὔτε μεσούσης τῆς ἡμέρας, οὔτε ταῖς ἑωθιναῖς ὥραις, οὐτε τὸν καιρόν, καθ’ ὃν οἱ νεοσσοὶ οἱ ἐν οἰκήματί τινι ὄντες ἀποβλέποιεν εἰς τὴν κοίτην, πτερυσσομένης τῆς μητρὸς καὶ λοιπὸν ἀναχωρούσης, τὴν τελευταίαν ἐκδεχόμενοι τροφήν.
b. ὀρτάλιχοι: οἱ νεοσσοί. ἢ στρουθῶν γένη. θρηνητικὸν δὲ τὸ ζῷον ἐλπίδι τροφῆς.
c. ὀρτάλιχοι: νεοσσοὶ μικροί, μηδέπω πετόμενοι. μινυροὶ δὲ ἀντὶ τοῦ μινυρίζοντες καὶ λεπτῇ φωνῇ θρηνοῦντες.
d. σεισαμένας: πτερυσσομένης, ὅπως ὑπὸ τὰς πτέρυγας τοὺς νεοσσοὺς λάβῃ.
e. πέτευρον: ἐπίμηκες ξύλον. ἔνιοι τὴν δοκόν, οἱ δὲ πηκτὸν ὀρνιθοτροφεῖον.
f. πέτευρον δὲ σανίδιον λεπτὸν καὶ τεταμένον, ᾧ εἰς τοὺς ὀρόφους ἀντὶ τῶν κεράμων πολλοὶ χρῶνται. οἱ δὲ αἰθαλόεν πέτευρον τὴν δοκὸν λέγουσιν, ὡς καὶ Ὅμηρος· ‘αὐτὴ δ’ αἰθαλόεντας (χ 239) ἀνὰ ῥῶγας μεγάροιο (χ 143)᾿.
g. τινές φασιν αἰθαλόεν εἰπεῖν τὸ πέτευρον διὰ τὸ αἴτιον εἶναι αἰθάλης. ἢ ἀπὸ τοῦ αἶθεσθαι λίαν οὕτως αὐτὸ ἔφη.
14a. ἕως κατὰ γνώμην ὁ παῖς, τὴν Ἡράκλειον γνώμην τε καὶ καλοκἀγαθίαν, διδαχθείη.
b. <κατὰ θυμόν:> κατὰ τὴν ἰδίαν βούλησιν.
15a. αὑτῷ δ’ εὖ ἕλκων: ἑαυτῷ δ’ εὖ βιῶν, ἐπ’ εὐδοξίᾳ τῇ ἑαυτοῦ ζῶν. ἢ ψιλῶς τὸ αὐτῷ, ἵν’ ᾖ τῷ Ἡρακλεῖ.
b. αὑτῶ δ’ εὖ ἕλκων: ἀντὶ τοῦ αὐτόθεν· ὡς παραυτόθεν ἐκ νεότητος καλῶς ἕλκων καὶ μηδὲν ἐλαττούμενος μηδὲ ἐλλείπων ἀνὴρ γένοιτο. εἴρηται δὲ μεταφορικῶς ἀπὸ τῶν βοῶν τῶν ἐκ νέου εἰθισμένων καλῶς ἕλκειν.
18a. πασᾶν ἐκ πολίων: ἐξ ἑκάστης πόλεως οἱ πρῶτοι συνηθροίσθησαν ἐν τῇ Ἀργοῖ Ἰάσονι.
[b.] <ὧν ὄφελος τι:> παρ’ ὧν βοήθειά τις.
[19.] <Ἰαολκόν:> εἰς τὴν Μαγνησίαν.
20. Μιδέα πόλις Ἄργους, οἱ δὲ κώμην αὐτήν φασιν. Ἀργεία δὲ καὶ ἡ Ἀλκμήνη.
22/23a. ἅτις Κυανεῶν: Καρύστιος ὁ Περγαμηνός (fgm. 13 Mueller Fgm. hist. gr. IV 359) φησι Κυανέας μὲν ὑπ’ ἀνθρώπων, ὑπὸ δὲ θεῶν Φόρκου πύλας καλεῖσθαι. Τιμοσθένης (fgm. 26 Wagner Die Erdbeschr. d. Tim. von Rhodus, Diss. phil. Lips. 1888, 69) δέ φησιν ἀπὸ τοῦ Ἱεροῦ ὡς κε σταδίους εἶναι νησίδιον σκοπελῶδες, καλεῖσθαι δὲ τὰς τούτου ἄκρας Κυανέας. b. καὶ τὸ μὲν νησίδιον τῆς Εὐρώπης, ἡ δὲ ἄκρα τῆς Ἀσίας, ἀπέχουσι δ’ ἀλλήλων σταδίους κε.
c. συνδρομάδων: διὰ τὸ συντρέχειν καὶ συνέργεσθαι ἀλλήλαις καὶ συνθραύειν τὰς διαπερώσας ναῦς. μόνην δέ φασι τὴν Ἀργὼ προνοίᾳ τῆς Ἀθηνᾶς διαβεβηκέναι.
d. ἀφ’ οὗ τότε: ὥσπερ εἱμαρμένον ταῖς Συμπληγάσι πέτραις, ὡς, εἰ διαβαίη τις ἅπαξ αὐτὰς ἀβλαβής, καὶ τὸ μετὰ ταῦτα μηδένα τι πάσχειν δεινόν. ἐξ ἐκείνου οὖν τοῦ χρόνου, ἀφ’ οὗ ἡ Ἀργὼ διέβη, ἔστησαν τῆς συνδρομῆς.
e. ἦν δὲ πεπρωμένον ταῖς Συμπληγάσι πέτραις, ὡς, εἰ διαβαίη τις μία ναῦς αὐτὰς ἀβλαβῶς, ἐξ ἐκείνου τοῦ χρόνου στῆναι. διὸ καὶ ἔστησαν τῆς Ἀργοῦς διαβάσις.
f. συνδρομάδων: συνέκρουον γὰρ αἱ Συμπληγάδες πέτραι, ἤγουν αἱ Κυάνεαι, τὰς ναῦς. μετὰ τὸ περαιωθῆναι δὲ τὴν Ἀργὼ ἐκεῖσε ἔπαυσαν.
24. Φᾶσις πόλις καὶ ποταμὸς ἐν Κόλχοις ὁμώνυμος, παρ’ ὃν Ἕλληνες Μιλησίων ἄποικοι.
25-28a. Πελειάδες: αἱ Πλειάδες. φησὶ Καλλίμαχος (fgm. 381 Schneider, II 572), ὅτι τῆς βασιλίσσης τῶν Ἀμαζόνων ἦσαν θυγατέρες <ἑπτά>, αἳ Πλειάδες καὶ Πελειάδες προσηγορεύθησαν. πρῶτον δ’ αὗται χορείαν καὶ παννυχίδα συνεστήσαντο παρθενεύουσι. ὁ δὲ νοῦς· καθ’ ὅν, φησί, καιρὸν ἀνατέλλουσιν αἱ Πλειάδες θάλλει τε πᾶσα ἡ γῆ ταῖς βοτάναις τοῦ ἔαρος, τηνικαῦτα τοῦ ἀπόπλου ἐφρόντιζον. τὰ ὀνόματα τῶν Πλειάδων· Κοκκυμώ, Γλαυκία, Πρῶτις, Παρθενία, Μαῖα, Στονυχία Λαμπαδώ.
b. θεῖος ἄωτος: ἄωτος τὸ ἀπάνθισμα τῶν ἡρώων, οἷον οἱ πρῶτοι τῶν ἡρώων.
c. Πελειάδες: περὶ ἀνατολήν, φησί, τῶν Πελειάδων ἤρξαντο στέλλεσθαι τὸν πλοῦν καὶ ἀνάγεσθαι οἱ ἥρωες εἰς Κόλχους. ἔστι δὲ ὁ καιρὸς ἀρχομένου τοῦ θέρους, διὸ καὶ ἐπήγαγε τετραμμένου εἴαρος, τουτέστι λήξαντος.
d. θεῖος ἄωτος: τὸ θεῖον ἀπάνθισμα τῶν ἡρώων. καὶ εἴρηται ἄωτος ἀπὸ τοῦ ἄειν, ὅ ἐστι πνεῖν καὶ ὀδωδέναι.
29. <νότῳ τρίτον ἆμαρ ἀέντι:> διὰ τριῶν ἡμερῶν νότου πνέοντος.
30a. εἴσω δ’ ὅρμον: καθωρμίσθησαν ἐν τῇ Προποντίδι κατὰ τὴν Κίον, τὴν νῦν καλουμένην Προῦσαν, ἔνθα τὰ κατὰ τὸν Ὕλαν ἦν [ἔνθα] καὶ Ἡρακλῆς ἀπὸ τῶν ἡρώων ἀπελείφθη.
b. Κιανῶν: <Κιανοὶ> οἱ τὴν Κίον κατοικοῦντες γεωργοί. ἔστι δὲ πόλις τῆς Μυσίας, ἡ νῦν καλουμένη Προῦσα ἀπὸ τοῦ <τῶν> Βιθυνῶν βασιλέως Προυσίου. Κίος δὲ ἀπὸ Κίου τοῦ υἱοῦ Ὀλύμπου, ἀφ’ οὗ τὸ ὄρος ὁ Ὄλυμπος.
c. <Κιανῶν:> τῶν κατοικούντων περὶ τὴν Κίον ἀνθρώπων.
[31.] σπουδαίως σύρουσι.
32. κατὰ ζυγὰ δαῖτα πένοντο: ἤγουν σύνδυο εἰς τὰ περὶ τροφὴν ἠσχολοῦντο.
34a. στιβάδεσσιν <ὄνειαρ>: τὸν λειμῶνα, παρόσον ἐποίουν τὰς στιβάδας ἐκ τῆς ἐν τῷ λειμῶνι φυομένης ὕλης. στιβάδα δὲ καλοῦσι τὴν ἐξ ὕλης χορτώδη κατάστρωσιν.
b. <μέγα στιβάδεσσιν ὄνειαρ:> ἐπιτήδειος εἰς στρωμνήν.
37. ἀστεμφεῖ Τελαμῶνι: τῷ στερεῷ καὶ ἐμβριθεῖ τὴν ψυχήν, ἀκαμπεῖ καὶ σκληρῷ οἱονεὶ ἀστρεφεῖ.
39. ἄγγος ἀπὸ ἄγεσθαι ἐν αὐτῷ τὸ ὕδωρ.
40a. ἡμένῳ ἐνὶ χώρῳ: ἀντὶ τοῦ ἐν ταπεινῷ τόπῳ ἀπὸ τοῦ ἧσθαι τὸ καθέζεσθαι μεταφορικῶς.
b. θρίον κυρίως τὸ τῆς συκῆς φύλλον παρὰ τὸ εἰς τρία διεσχισμένον εἶναι, τρίον καὶ θρίον. ἀπ’ αὐτοῦ καὶ θρίαμβος· οἱ γὰρ παλαιοὶ προπομπὴν ποιοῦντες φύλλα συκῆς ἐκρέμων τῇ προπομπῇ καὶ ἔβαινον.
41a. κυάνεόν τε χελιδόνιον: ἤτοι κυανοῦν καθ’ ἑαυτό. ἔστι δὲ εἶδος φυτοῦ πολύφυλλον μελανόχροιον. καλεῖται δὲ χελιδόνιον, ὅτι ἅμα τῇ παρουσίᾳ τῆς χελιδόος ἀνθεῖ.
b. ἀδίαντον: εἶδος ὅμοιον πηγάνῳ, τὰ φύλλα ἔχον μικρότατα, λιπαρὰ δὲ καὶ μέλανα, τὰ κλωνία σπιθαμιαῖα τὰ μέγιστα. καυλὸν δ’ οὐκ ἔχει οὐδὲ ἄνθος οὐδὲ καρπόν, ῥίζαν δὲ ἄρχηστον καὶ λεπτήν. καλεῖται δὲ οὕτως παρὰ τὸ μὴ δεύεσθαι ὕδατι, ἐπεί, ἐὰν ἐπιχεύηται ὕδωρ ἐπὶ τῶν φύλλων, οὐ μένει, ἀλλ’ ὀλισθαίνει· δεῦσαι γὰρ τὸ βρέξαι.
c. χελιδόνιον: φυτάριον πλατύφυλλον, μέλαν ὡς ἡ χελιδών, <ἢ> ὃ ἅμα τῷ φανῆναι τὴν χελιδόνα ἀνθεῖ.
d. καὶ τὸ ἀδίαντον δέ ἐστι διαπαντὸς ἄβροχον καὶ ταχέως ὡς ξηραινόμενον, κἂν ὕδωρ αὐτῷ ἐπιβληθῇ καὶ ἐπιχεθῇ, διολισθαίνει.
e. ἔστι δὲ ὅμοιον πηγάνῳ, τὰ φύλλα ἔχον μικρότατα καὶ μέλανα. καυλὸν δ’ οὐκ ἔχει οὐδὲ ἄνθος οὐδὲ καρπόν, ῥίζαν δὲ μόνον ἄρχηστον καὶ λεπτήν.
f. τὸ ἀδίαντον βοτάνη ἐστὶν ἀεὶ ἄβροχος. ὅθεν καὶ τὸ ὄνομα, ἀπὸ τοῦ α στερητικοῦ μορίου καὶ τοῦ διαίνω τὸ βρέχω, ἤγουν τὸ μηδόλως βρεχόμενον διὰ τὸ εἶναι ὀρθόν τι καὶ ὀξὺ καὶ γλίσχρον.
42a. εἰλιτενὴς <ἄγρωστις>: ἡ εἰλουμένη ἀπὸ τῆς βλαστήσεως κισσοειδῶς. ἔστι δὲ πρασοειδὴς βοτάνη.
b. <εἰλιτενὴς> ἄγρωστις: ἡ συνεστραμμένη, καθὸ εἰλεῖται ἐπὶ μῆκος καὶ περιπλέκεται τοῖς φυτοῖς κισσοειδῶς. ἄγρωστις δέ ἐστιν ἡ παρὰ τοῖς γεωργοῖς ἀγρία καλουμένη.
c. τὴν ἄγρωστιν ἄλλοι φασὶ βοτάνην πρασοειδῆ, ἣν ἰδιωτικῶς φασι κολλητζίδαν.
43. χορὸν ἀρτίζοντο: συνέβη, φησί, καθ’ ὃν καιρὸν ἦλθεν ἀντλῆσαι, τότε τὰς Νύμφας αὐτόθι χορείαν συστήσασθαι.
44. δειναὶ θεαὶ <ἀγροιώταις>: παρόσον φόβον ἔσθ’ ὅτε αὐτοῖς ἐγγεννῶσί τε καὶ ἐπάγουσιν, ὅθεν καὶ νυμφολήπτους τινάς φαμεν [καὶ οἱ νυμφόληπτοι].
45. <ἔαρ θ’> ὁρόωσα: ἱλαρὸν καὶ ἡδὺ βλέπουσα, ἀπὸ τῆς περὶ τὸ ἔαρ τερπνότητος.
[46a.] κρωσσὸς τὸ ἀγγεῖον — μέγα, κροσσὸς δὲ ὁ τοῦ πύργου καὶ ὁ τοῦ ἱματίου — μικρόν.
b. ἐπέβαλε τῷ ὕδατι πολυχώρητον ὑδρίαν.
47. πᾶσαι ἔφυσαν: ὁ μὲν κατένευσεν ἀντλῆσαι, καὶ πᾶσαι τῆς χειρὸς αὐτοῦ ἐπελάβοντο.
48. πασάων γὰρ ἔρως: πάσας, φησίν, ὁ πρὸς αὐτὸν πόθος εἶχεν εὐθύς. συμφωνεῖ δὲ τῇ ἁρπαγῇ καὶ Ἀπολλώνιος ὁ ῾Ρόδιος (I 1234 sqq.) καὶ Νίκανδρος (fgm. 48 Schneider, p. 57). ὁ μέντοι Ὄνασος ἐν Ἀμαζονικοῖς φησιν αὐτὸν εἰς τὴν κρήνην πεσεῖν καὶ ἀποθανεῖν.
49-52a. [Ἀργείῳ ἐπὶ παιδί]: κατηνέχθη, φησίν, ὁ Ὕλας εἰς τὸ ὕδωρ, ὡς ἀστὴρ ἄνωθεν ἐξ οὐρανοῦ κατενεχθείη, ὃς σύμβουλον γένοιτ’ ἂν ναύταις ἀνδράσι δεξιοῦ πλοῦ καὶ παραινετικὸς ὡς πρὸς τὸ συμπαρασκευάζεσθαι τὴν ταχίστην τὸν ἀπόπλουν. κατὰ καιρὸν δέ φησι καὶ προσφόρως τῷ πράγματι.
b. πυρσὸν ὠνόμασε τὸν ἀστέρα τὸν Ὕλαν προφαίνων δηλονότι· καὶ ὁ Ὕλας πῦρ ἦν ἄντικρυς ἐπιφανεὶς ταῖς Νύμφαις ἐρωτικῶς φλέγων αὐτάς.
c. κουφότερ’ ὦ παῖδες: εὔλυτα καὶ εὐτρεπῆ ποιεῖτε τὰ ἱστία. οὔριον γὰρ ἐπιγενήσεται πνεῦμα — ὡς τοιούτου ὄντος σημείου, ἐπὰν πέσῃ ἀστήρ.
54. παρεψύχοντ’ ἐπέεσσι: παρεμυθοῦντο χαριέντως. βουκολικῶς τὸ παρεψύχοντο ὡς ἐπὶ τῶν πηγῶν.
56a. ᾤχετο Μαιωτιστί: ἀντὶ τοῦ Σκυθιστί· Μαιῶται γὰρ ἔθνος Σκυθικὸν παροικοῦν τὴν Μαιῶτιν λίμνην, τοξικώτατον. Σκυθικοῖς δὲ ὅπλοις ἐχρήσατο Ἡρακλῆς, ὥς φασιν Ἡρόδωρος (fgm. 5 Mueller Fgm. hist. gr. II 29) καὶ Καλλίμαχος (fgm. 365 Schneider, II 566).
b. ᾤχετο Μαιωτιστί: ἤτοι Σκυθιστί· Μαιῶται γὰρ οἱ Σκύθαι οἱ περιοικοῦντες τὴν Μαιῶτιν λίμνην. ἐχρῆτο δὲ ὁ Ἡρακλῆς τοῖς Σκυθικοῖς τόξοις διδαχθεὶς παρά τινος Σκύθου Τευτάρου.
58—60a. ἀραιά: λεπτή, ἀσθενής. οὐχ ὡς κατὰ φύσιν ἀσθενῆ φωνὴν τοῦ Ὕλα ἔχοντος, ἀλλ’ ἢ ἐν βάθει ὄντος ἢ ὑπὸ τῶν Νυμφῶν κατεχομένου.
b. εἴδετο πόρρω ἄγαν ἐγγὺς ὢν πόρρωθεν ἐδόκει ἀκούειν διὰ τὸ λεπτὴν αὐτοῦ καὶ ἀμαυρὰν φέρεσθαι τὴν φώνην.
c. <τρὶς — τρίς:> ἢ ὡμοίου τὸν Ὕλαν ἢ αὐτὸς ὡμοιοῦτο.
d. <ἤρυγε:> ἀνέπνεεν· ἐρυγὴ γὰρ ἡ πνοή.
62-65a. νεβρῶ φθεγξαμένας: οὐκ ἤρτηται, <ἀλλὰ> καθ’ ἑαυτό. διασαφηνιστέον δὲ οὕτω· νεβροῦ φθεγχαμένου λέων τις κατ’ ὄρος ᾐσθημένος καταλιπὼν τὴν εὐνὴν ὀξέως ἂν ἐπιδράμοι πρὸς τὴν βορὰν ἐπειγόμενος· τοιούτῳ δὴ τῷ θυμῷ καὶ Ἡρακλῆς τότε συσχεθεὶς περιῄει τὴν ὕλην τὸν Ὕλαν ἀναζητῶν.
b. ὥσπερ νεβροῦ φθεγξαμένης ἐκ κοίτης λέων ἀκούσας σπεύδει ἐπὶ τὴν ἑτοίμην τροφὴν αὐτοῦ.
67. <ὕστερα:> τῷ Ἡρακλεῖ τῆς ἀναζητήσεως τοῦ Ὕλα.
68. ναῦς μὲν γ’ ἄρμενα: ἐν ... ναῦν Ἀργώ φησι κατασκευάσασθαι. ἡ μὲν ναῦς τὰ σιτία καὶ τὰ προσήκοντα φέρουσα μετέωρα τῶν ἐνόντων.
69. ἱστία δ’ ἠΐθεοι: τὰ δὲ ἱστία μεσούσης νυκτὸς ἐξεκάθαιρον, ἐξήπλουν μένοντες τὸν Ἡρακλέα· τὸ γὰρ ἐξαπλῶσαι ἐκκαθῆραι λέγουσιν.
70. ὃ δ’ ᾇ πόδες: ὁ δ’ Ἡρακλῆς, ὅπου οἱ πόδες αὐτὸν ἦγον, ἐκεῖ ἐπορεύετο.
72. οὕτω μὲν κάλλιστος: ἐπειδή, φησίν, ἐλείφθη παρὰ τοῦ Ἡρακλέους, ὁ Ὕλας ἐναρίθμιός ἐστι τοῖς θεοῖς.
73. λιπαναύταν: καθάπερ λιποτάκτην.
[74a.] <ἠρώησε:> κατέλειψεν, ἐξέφυγεν, ἀπὸ τοῦ ἐρωῆσαι.
b. τριακοντάζυγον Ἀργώ: λ ἔχουσαν καθέδρας ἐρετῶν, ὡς ξ εἶναι τοὺς πλέοντας.
75a. πεζᾷ δ’ ἐς Κόλχους: τοῦτο ἰδίως ὁ Θεόκριτος λέγει, ὅτι πεζῇ ἦλθεν εἰς Κόλχους, τῶν ἄλλων λεγόντων μὴ παραγενέσθαι, ἀλλὰ κατὰ βουλὴν τῆς Ἥρας ἀπολειφθῆναι, ἵνα δόξῃ Ἰάσων κατωρθωκέναι τὸν ἆθλον.
b. πεζᾷ δ’ ἐς Κόλχους: ἰδίως πεζόν φησι τὸν Ἡρακλέα εἰς Κόλχους ἐλθεῖν. ἡ γὰρ πολλὴ κατέχει δόξα, ὅτι βουλῇ Ἥρας ὑστέρησεν Ἡρακλῆς ὑπὲρ τοῦ τὸν Ἰάσονα κατορθῶσαι μόνον δοκεῖν τὸν εἰς Κόλχους πλοῦν καὶ μὴ ἐξιδιοποιήσασθαι τὸν ἆθλον αὐτου.
c. Μνασέας (fgm. 31 Mueller Fgm. hist. gr. III 154) Κόλχους φησὶ κληθῆναι Κόλχου τοῦ Φάσιδος.